You are here

F10

Please add a search word

T= Testimonium  F= Fragmentum  E=  Επιγραφή / Inscription

Paus. 3.16.1

1,2Πλησίον  δὲ Ἱλαείρας καὶ Φοίβης ἐστὶν ἱερόν· ὁ δὲ ποιήσας τὰ ἔπη τὰ

Κύπρια θυγατέρας αὐτὰς Ἀπόλλωνός φησιν εἶναι .

  1. Cf. Stephan. Const. in Aristot. Rhet. 1397b.21 (p. 306 Rabe) Τυνδάρεως καὶ Ἀφαρεὺς καὶ Λεύκιππος ἀδελφοί. ὁ δὲ Λεύκιππος εἶχε θυγατέρας δύο, Φοίβην καὶ Ἱλάειραν, ἃς οἱ Διόσκουροι ἔτι παρθένους οὔσας ἐξήρπασαν· εἰγοῦν μὴ οἱ Τυνδαρίδαι πρῶτοι περὶ τὰς ἐξαδέλφας αὐτῶν ἐμάνησαν, οὐδ' ἂν Ἀλέξανδρος περὶ τὴν αὐτῶν ἀδελφήν. οὕτως ἐν τῶι γάμμα τὸ λεξικὸν τοῦ Ὁμήρου(V, τὸὁμηρικὸν c) λέγει, εἰ καὶ ὁ Λυκόφρων (546 sqq.) ἄλλως λέγει περί τε τούτων ἀλλὰ καὶ περὶ τῶν τοῦ Ἀφαρέως υἱῶν Ἴδου (Ἴδα Allen) καὶ Λυγκέως. Cf. etiam Schol. Hom. Γ 243.


  2. [Vid. Paus. edd. Spiro et Rocha-Pereira, et Papachatzis; fr. 8 All., 9 Da., 11 Be., 15 We.]
Παυσ. 3.16.1

1,2Κοντὰ εἶναι τὸ ἱερὸ τῆς Ἱλάειρας καὶ τῆς Φοίβης· αὐτὸς δὲ ποὺ σύν-

θεσε τὰ Κύπρια ἔπη λέγει ὅτι αὐτὲς εἶναι κόρες τοῦ Ἀπόλλωνα.

  1. Πβ. Στέφαν. Κωνστ. στὴν Ἀριστοτ. Ρητορ. 1397b.21 (σελ. 306 Rabe): Ὁ Τυνδάρεως καὶ ὁ Ἀφαρεὺς καὶ ὁ Λεύκιππος εἶναι ἀδέλφια. Ὁ Λεύκιππος εἶχε δύο κόρες, τὴ Φοίβη καὶ τὴν Ἱλάειρα, ποὺ παρθένες ἀκόμα τὶς ἅρπαξαν οἱ Διόσκουροι· ἂν βέβαια οἱ Τυνδαρίδες δὲν καταλαμβάνονταν ἀπὸ παράφορο ἔρωτα γιὰ τὶς ἐξαδέλφες τους, οὔτε καὶ ὁ Ἀλέξανδρος (θὰ ἔκανε αὐτὸ) γιὰ τὴν ἀδελφή τους. Αὐτὰ ἀναφέρει στὸ γάμμα τὸ λεξικὸ τοῦ Ὁμήρου (τὸ λεξικὸ τὸ Ὁμηρικό), μολονότι ὁ Λυκόφρων (στ. 546 κἑ.) λέγει ἄλλα καὶ γι' αὐτοὺς ἀλλὰ καὶ γιὰ τοὺς γιοὺς τοῦ Ἀφαρέα Ἴδα καὶ Λυγκέα. Πβ. ἐπίσης Σχόλ. στὸ Γ 243.


  2. [Οἱ Διόσκουροι κατέχουν σημαντικὴ θέση στὴν Κυπριακὴ λογοτεχνία καὶ τέχνη: βλ. κατωτ. Εἰκ. 55 καὶ σχόλ. στὰ F10-11a.]
Σχόλια: 

Πιθανὴ εἶναι ἡ θέση τοῦ ἀποσπάσματος τούτου μαζὶ μὲ τὸ ἑπόμενο, στὴ διαμάχη Διοσκούρων – Ἀφαρειδῶν (βλ. ἀνωτ. Τ7.23 κἑ.).

1. πλησίον: Ἐννοεῖται πλησίον τοῦ ναοῦ τῆς Μορφοῦς Ἀφροδίτης, ποὺ ὁ Παυσανίας ἀναφέρει στὰ προηγούμενα (3.15.10): προελθοῦσι δὲ οὐ πολὺ λόφος ἐστὶν οὐ μέγας, ἐπὶ δὲ αὐτῶι ναὸς ἀρχαῖος καὶ Ἀφροδίτης ξόανον ὡπλισμένης. ναῶν δὲ ὧν οἶδα μόνωι τούτωι καὶ ὑπερῶιον ἄλλο ἐπωικοδόμηται Μορφοῦς ἱερόν. ἐπίκλησις μὲν δὴ τῆς Ἀφροδίτης ἐστὶν ἡ Μορφώ, κάθηται δὲ καλύπτραν τε ἔχουσα καὶ πέδας περὶ τοῖς ποσί· περιθεῖναι δέ οἱ Τυνδάρεων τὰς πέδας φασὶν ἀφομοι­οῦντα τοῖς δεσμοῖς τὸ ἐς τοὺς συνοικοῦντας τῶν γυναικῶν βέβαιον. τὸν γὰρ δὴ ἕτερον λόγον, ὡς τὴν θεὸν πέδαις ἐτιμωρεῖτο ὁ Τυνδάρεως, γενέσθαι ταῖς θυγατράσιν ἐξ Ἀφροδίτης ἡγούμενος τὰ ὀνείδη, τοῦτον οὐδὲ ἀρχὴν προσίεμαι· ἦν γὰρ δὴ παντάπασιν εὔηθες κέδρου ποιησάμενον ζώιδιον καὶ ὄνομα Ἀφροδίτην θέμενον ἐλπίζειν ἀμύνεσθαι τὴν θεόν. Ἀξίζει νὰ δεῖ κανεὶς καὶ τὰ ἑπόμενα (3.16.1-2): κόραι δὲ ἱερῶνταί σφισι παρθένοι, καλούμεναι κατὰ ταὐτὰ ταῖς θεαῖς καὶ αὗται Λευκιππίδες. τὸ μὲν δὴ ἕτερον τῶν ἀγαλμάτων ἱερασαμένη τις ταῖς θεαῖς Λευκιπ­πὶς ἐπεκόσμησε, πρόσωπον ἀντὶ τοῦ ἀρχαίου ποιησαμένη τῆς ἐφ' ἡμῶν τέχνης, τὸ δὲ ἕτερον μὴ καὶ τοῦτο ἐπικοσμεῖν αὐτὴν ἀπεῖπεν ὄνειρον. ἐνταῦθα ἀπήρτηται ὠιὸν τοῦ ὀρόφου κατειλημένον ταινίαις· εἶναι δέ φασιν ὠιὸν ἐκεῖνο ὃ τεκεῖν Λήδαν ἔχει λόγος. ὑφαίνουσι δὲ κατὰ ἔτος αἱ γυναῖκες τῶι Ἀπόλλωνι χιτῶνα τῶι ἐν Ἀμύκλαις, καὶ τὸ οἴκημα ἔνθα ὑφαίνουσι Χιτῶνα ὀνομάζουσιν. οἰκία δὲ αὐτοῦ πεποίηται πλησίον· τὸ δὲ ἐξ ἀρχῆς φασιν αὐτὴν οἰκῆσαι τοὺς Τυνδάρεω παῖδας, χρόνωι δὲ ὕστερον ἐκτήσατο Φορμίων Σπαρτιάτης. παρὰ τοῦτον ἀφίκοντο οἱ Διόσκουροι ξένοις ἀνδράσιν ἐοικότες· ἥκειν δὲ ἐκ Κυρήνης φήσαντες καταχθῆναί τε ἠξίουν παρ' αὐτῶι καὶ οἴκημα ἠιτοῦντο ὧι μάλιστα ἔχαιρον, ἡνίκα μετὰ ἀνθρώπων ἦσαν.

2. θυγατέρας αὐτὰς Ἀπόλλωνός φησιν εἶναι: Δὲν εἶναι σπάνιες οἱ περιπτώσεις ὅπου ἕνας θεὸς καὶ ἕνας θνητὸς ἀναφέρονται ὡς γονεῖς σημαντικοῦ ἥρωα στὴν Ἑλληνικὴ μυθολογία. Ὁ Ἀπόλλων ἐμπλέκεται στοὺς σχετικοὺς μύθους καὶ μέσω τῆς Μάρπησσας, τῆς κόρης τοῦ Εὐήνου, ποὺ κατὰ τὸν Ἀπολλόδ. (1.60) Ἀπόλλωνος μνηστευομένου Ἴδας ὁ Ἀφαρέως ἥρπασε, λαβὼν παρὰ Ποσειδῶνος ἅρμα ὑπόπτερον (...) Ἴδας δὲ εἰς Μεσσήνην παραγίνεται, καὶ αὐτῶι ὁ Ἀπόλλων περιτυχὼν ἀφαιρεῖται τὴν κόρην. Μὲ ἐπέμβαση τοῦ Δία ἡ ἐκλογὴ ἀφήνεται στὴ Μάρπησσα ποὺ δείσασα, ὡς ἂν μὴ γηρῶσαν αὐτὴν Ἀπόλλων καταλίπηι, τὸν Ἴδαν εἵλετο ἄνδρα. Ἀπὸ τὸν Ἴδα καὶ τὴ Μάρπησσα γεννήθηκε ἡ γυναίκα τοῦ Μελέαγρου Κλεοπάτρα ἢ Ἀλκυόνη. Τὸν μύθο ἀναφέρει παρεκβατικὰ καὶ ὁ Ὅμηρος (Ι 556 κἑ.): βλ. Ἀ. Β. ΜΑΦ 30 κἑ. / MAPh21 41 κἑ. (μὲ βιβλιογραφία), καὶ ἀνωτ. 63-4 μὲ σημ. 20-1 (ὅπου καὶ περαιτέρω βιβλιογραφία).

7. Βλ. Ἀπολλόδ. 3.117 Λευκίππου δὲ θυγατέρες ἐγένοντο Ἱλάειρα καὶ Φοίβη· ταύτας ἁρπάσαντες ἔγημαν Διόσκουροι (τοῦ Λευκίππου κόρη εἶναι καὶ ἡ Ἀρσινόη, ἀπὸ τὴν ὁποία, κατὰ ἕνα μύθο, ὁ Ἀπόλλων γέννησε τὸν Ἀσκληπιό), καὶ 4.134 (...) Διόσκουροι. βουλόμενοι δὲ γῆμαι τὰς Λευκίππου θυγατέρας ἐκ Μεσσήνης ἁρπάσαντες ἔγημαν.

  1. Μελέαγρος – Ἀχιλλεὺς καὶ Φοῖνιξ: Συμβολὴ εἰς τὴν ἔρευναν τῆς ἑνότητος τῆς Ἰλιάδος, , Σειρὰ ἐπιστημονικῶν διατριβῶν, 1, Λευκωσία, (1974)